Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
vino de hisopo | hyssōpítēs [oînos] ὑσσωπίτης [οἴνος] |
- | 5.40 |
ψη (708)
Texto provisional
ὑσσωπίτης δὲ ὁ ἐκ τοῦ Κιλικίου ὑσσώπου κάλλιστός ἐστι, σκευάζεται δὲ ὁμοίως τῷ ἀψινθίτῃ· δεῖ δὲ τῷ κεραμίῳ τοῦ γλεύκους λίτραν μίαν τοῦ ὑσσώπου κεκομμένων τῶν φύλλων προσδιδόναι, ἐνειλοῦντας εἰς ὀθόνιον ἀραιόν· συγκαθίενται δὲ λιθάρια, ἵνα τῷ πυθμένι προσκαθίσῃ ὁ ἔνδεσμος. μετάγγιζε δὲ μεθ᾽ ἡμέρας μ διυλίζων. {2} ἁρμόζει δὲ πρὸς τὰ ἐν θώρακι καὶ πλευρῷ καὶ πνεύμονι πάθη καὶ βῆχας παλαιὰς καὶ ἄσθματα. ἔστι δὲ καὶ οὐρητικός, καὶ στροφουμένοις ἁρμόζει, πρός τε ῥίγη τὰ ἐν ταῖς περιόδοις· κινεῖ δὲ καὶ ἔμμηνα.