Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
ocre | ōkhra ὤχρα |
- | 5.93 |
ψξγ (763)
Texto provisional
ὦχραν δὲ λημπτέον τὴν κουφοτάτην καὶ μηλίνην δι᾽ ὅλου, κατακορῆ δὲ καὶ ἄλιθον καὶ εὔθρυπτον, Ἀττικὴν δὲ τῷ γένει. καυστέον δὲ καὶ πλυτέον καὶ ταύτην ὡς τὴν καδμείαν. δύναμιν δὲ ἔχει στυπτικήν, σηπτικήν, διασκεδαστικὴν φλεγμονῶν καὶ φυμάτων, καταστέλλει τε τὰ ὑπερσαρκοῦντα, καὶ τὰ κοῖλα πληροῖ σὺν κηρωτῇ καὶ πώρους θρύπτει.