Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
pachuli | malábathron μαλάβαθρον |
Pogostemon patchouli Pell. |
1.12 |
fol. fol.
ιβ (12)
περὶ μαλαβάθρου· μαλάβαθρον ἔνιοι ὑπολαμβάνουσιν εἶναι τῆς ἰνδικῆς νάρδου
φύλλον πλανώμενοι ὑπὸ τῆς κατὰ τὴν ὀσμὴν ἐμφερείας· πολλὰ γάρ ἐστιν ὅμοια τῇ ὀσμῇ
νάρδῳ ὡς τὸ φοῦ, ἄσαρον, νῆρις [1]. οὐκ ἔχει δὲ οὕτως· ἴδιον δὲ [2] ἐστι γένος φυόμενον
ἐν τοῖς ἰνδικοῖς τέλμασι, φύλλον ὂν ἐπινηχόμενον τῷ ὕδατι καθάπερ οἱ ἐπὶ τῶν τελμάτων
fol. fol.
φακοί, ῥίζαν οὐκ ἔχον, ὅπερ συλλέγοντες εὐθέως διαπείρουσι λίνῳ καὶ ξηράναντες
ἀποτίθενται. φασὶ δὲ καὶ τῆς θερείας ἀναξηρανθέντος τοῦ ὕδατος καίεσθαι φρυγάνοις
τὴν γῆν· μὴ γὰρ γενομένου τούτου <φύλλον> μηκέτι φύεσθαι. {2} ἔστι δὲ καλὸν τὸ πρόσφατον καὶ ὑπόλευ-
κον ἐν τῷ μελανίζειν τε [3], ἄθραυστον καὶ ὁλόκληρον, πληκτικὸν τῇ ὀσμῇ καὶ ἐπιδιαμέ-
νον τῇ εὐωδίᾳ, ναρδίζον δὲ τῇ γεύσει <καὶ> μὴ ἁλμυρίζον. τὸ δὲ ἀδρανὲς καὶ [τὸ] λεπτοκοπη-
μένον [4] εὐρωτιῶσαν ἔχον τὴν ἀποφορὰν φαῦλον. δύναμιν δὲ ἔχει τὴν αὐτὴν τῇ νάρδῳ,
ἐνεργέστερον δὲ ἐκείνη πάντα ποιεῖ. διουρητικωτέραι μέντοι καὶ εὐστομαχωτέρα ἐστὶν ἡ
τοῦ μαλαβάθρου δύναμις, καὶ πρὸς τὰς ὀφθαλμικὰς φλεγμονὰς ἁρμόζει ἀναζεσθὲν ἐν
οἴνῳ καὶ λεῖον ἐπιχριόμενον· ὑποτίθεται καὶ <τῇ> γλώσσῃ πρὸς εὐωδίαν στόματος καὶ σὺν
ἱματίοις τίθεται· ἄβρωτα γὰρ καὶ εὐώδη ταῦτα τηρεῖ .