Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
escoria de plomo | skōría molýbdou σκωρία μολύβδου |
- | 5.82 |
ψνβ (752)
Texto provisional
σκωρία δὲ μολύβδου ἐστὶν ἀρίστη ἡ ψιμυθιοφανής, πυκνὴ δὲ καὶ δύσθραυστος, μηδὲν ἔχουσα μολυβδῶδες, μηλινοειδὴς δὲ τῷ χρώματι καὶ ὑαλίζουσα. δύναται δὲ τὰ αὐτὰ τῷ κεκαυμένῳ μολύβδῳ, στύφουσα μᾶλλον. πλύνεται δ᾽ ἐν θυίᾳ ἐπιχεομένου ὕδατος καὶ ἀποχεομένου τοῦ ἐφισταμένου μηλίνου χρώματος. πολλάκις δὲ τοῦτο γίνεται, ἄχρι οὗ ἂν ἀναλωθῇ ἡ σκωρία, τό τε λοιπὸν ἐάσαντες ὑποστῆναι αὐτὴν ἀποχέομεν τὸ ὕδωρ καὶ οὕτως ἀναπλάσσομεν.