Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
heliotropio | hēliotrópion méga ἡλιοτρόπιον μέγα |
Heliotropium europaeum L. |
4.190 |
fol. fol.
χξδ (664)
Texto provisional
<περὶ ἡλιοτροπίου·> ἡλιοτρόπιον τὸ μέγα, [οἱ δὲ] σκορπίουρον,
[οἱ δὲ ἡλιότροπος, οἱ δὲ διάλιον, οἱ δὲ ἡλιόπουν, οἱ δὲ σκορπιοκτόνον, οἱ δὲ σήσαμον
ἄγριον, οἱ δὲ σκορπίου οὐρὰν.] σκορπίουρον λέγεται ἀπὸ τοῦ περὶ τὸ ἄνθος σχήματος [1],
ἡλιοτρόπιον δὲ ἐκ τοῦ συμπεριτρέπεσθαι τὰ φύλλα τῇ τοῦ ἡλίου κλίσει· ἔχει τὰ φύλλα ὠκίμῳ παραπλήσια, δασύτερα δὲ καὶ μελάντερα, κλωνία ἀπὸ τῆς ῥίζης τρία ἢ τέσσαρα καὶ ἐκ τούτων μασχάλας πλείους· ἐπ᾽ ἄκρων δὲ ἄνθος λευκόν, ὑποπόρφυρον, ἐπικαμπὲς καθάπερ σκορπίου οὐρά· ῥίζα δὲ λεπτή, ἄχρηστος. φύεται
fol. fol.
δὲ ἐν τραχέσι τόποις. {2} τούτου ὅσον δέσμη ἀφεψηθεῖσα μεθ᾽ ὕδατος καὶ ποθεῖσα ἄγει φλέγμα καὶ χολὴν κατὰ κοιλίαν. ἁρμόζει δὲ καὶ σκορπιοπλήκτοις μετ᾽ οἴνου πινομένη καὶ καταπλασσομένη· ἔνιοι δὲ τὴν ῥίζαν τοῖς σκορπιοπλήκτοις περιάπτουσι πρὸς ἀπονίαν. φασὶ δὲ πρὸ μιᾶς ὥρας τῆς λήμψεως τοῦ καρποῦ τέσσαρας κόκκους μετ᾽ οἴνου ποθέντας τεταρταίους ἀπαλλάσσειν, τριταίους δὲ τρεῖς. καταπλασσόμενος δὲ ὁ καρπὸς μυρμηκίας καὶ ἀκροχορδόνας καὶ θύμια καὶ ἐπινυκτίδας ξηραίνει, τὰ δὲ φύλλα ποδάγραις καὶ στρέμμασι καὶ σειριῶσι παιδίοις ἐπιπλάττεται ὠφελίμως· κινεῖ δὲ καὶ ἔμμηνα καὶ ἔμβρυα λεῖα προστεθέντα.