Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
gallos | lonkhîtis λογχῖτις |
Serapias lingua L. |
3.144 |
υξ (460)
Texto provisional
<περὶ λογχίτιδος·> λογχῖτις [οἱ δὲ κέστρον ἢ Μέδουσα, Ῥωμαῖοι βενέρικαμ, οἱ δὲ λαγκίολα.]
φύλλα ἔχει πράσῳ καρτῷ ὅμοια, πλατύτερα δὲ καὶ ὑπέρυθρα, πλεῖστα πρὸς τῇ ῥίζῃ, περικλώμενα ὡς ἐπὶ τὴν γῆν· ἔχει δὲ καὶ περὶ τὸν καυλὸν ὀλίγα, ἐφ᾽ οὗ ἄνθη ὅμοια πιλίσκοις, τῷ τύπῳ δὲ κωμικοῖς προσωπείοις κεχηνόσι, μέλανα, λευκὸν δέ τι ἐξ αὐτῶν ἐξέχει ἀπὸ τοῦ χάσματος πρὸς τῷ κάτω χείλει ὥσπερ γλωσσάριον· τὸ σπέρμα δὲ ὅμοιον λόγχῃ, τρίγωνον, ἐν περικαρπίοις, ὅθεν καὶ τῆς ἐπωνυμίας ἠξιώθη, ῥίζα ὁμοία δαύκῳ. φύεται ἐν τραχέσι καὶ ἀνίκμοις τόποις. ταύτης ἡ ῥίζα διουρητικὴ πινομένη σὺν οἴνῳ.