Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
acanto | ákantha (ákanthos) ἄκανθα (ἄκανθος) |
Acanthus mollis L. |
3.17 |
τλα (331)
Texto provisional
ἄκανθος· [οἱ δὲ ἑρπάκανθα, οἱ δὲ μελάμφυλλον, οἱ δὲ παιδέρωτα, Ῥωμαῖοι ἄκανθους τοπιάρια, οἱ δὲ μαρμοράρια, οἱ δὲ κρεπ<ίδ>ουλα.] οἱ δὲ μελάμφυλλον, οἱ δὲ παιδέρωτα καλοῦσι. φύεται ἐν παραδείσοις καὶ ἐν πετρώδεσι καὶ ἐνύδροις χωρίοις. ἔχει δὲ φύλλα πολλῷ πλατύτερα καὶ μακρότερα θρίδακος, ἐσχισμένα ὡς τὰ τοῦ εὐζώμου, λιπαρά, λεῖα, μέλανα, καυλὸν δὲ δίπηχυν, λεῖον, πάχος δακτύλου, ἐκ διαστημάτων πρὸς τῇ κορυφῇ φυλλαρίοις περιειλημμένον καί τισιν οἱονεὶ κιτταρίοις ὑπομήκεσιν, ὑακινθώδεσιν, ἐξ ὧν τὸ ἄνθος λευκόν· σπέρμα ὑπόμηκες, μήλινον, θυρσοειδὴς δὲ ἡ κεφαλή. {2} ῥίζαι δ᾽ ὕπεισι γλίσχραι, μυξώδεις, ἔμπυρροι, μακραί, αἵτινες πυρικαύστοις καὶ στρέμμασιν ἁρμόζουσι καταπλασσόμεναι· πινόμεναι δὲ οὖρα ἄγουσι καὶ κοιλίαν ἱστᾶσι φθισικοῖς τε καὶ σπάσμασιν ὠφέλιμοι καὶ ῥήγμασι.