Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
cebada | krithē κριθή |
Hordeum vulgare L. |
2.86 |
fol. fol.
σιε (215)
περὶ κριθῆς· κριθὴ δὲ ἀρίστη ἡ λευκὴ
fol. fol.
καὶ καθαρά, ἀτροφωτέρα δὲ πυροῦ· τοῦ μέντοι γενομένου [1] ἐξ αὐτῆς ἀλφίτου ἡ πτισάνη
τροφιμωτέρα διὰ τὴν ἐν τῇ ἑψήσει χύλωσιν, ποιοῦσα πρὸς τὰς δριμύτητας καὶ τὰς περὶ ἀρ-
τηρίαν τραχύτητας καὶ ἑλκώσεις, πρὸς ἃς καὶ ἡ πυρίνη πτισάνη ἁρμόζει, τροφιμωτέρα
καὶ οὐρητικωτέρα οὖσα· κατασπᾷ δὲ καὶ γάλα συνεψηθεῖσα μαράθ[ρ]ου σπέρματι καὶ ῥο-
φουμένη. ἔστι δὲ <ἡ κριθὴ> οὐρητική, σμηκτική, φυσώδης, κακοστόμαχος, συμπεπτικὴ οἰδη-
μάτων. {2} διαφορεῖ δὲ τὸ ἐξ αὐτῆς ἄλευρον μετὰ σύκων καὶ μελικράτου ἑψηθὲν οἰδήμα-
τα καὶ φλεγμονάς, συμπέσσει δὲ τὰς σκληρίας μετὰ πίσσης καὶ ῥητίνης καὶ περιστερᾶς
κόπρου, σὺν μελιλώτῳ δὲ καὶ κωδίαις <μήκωνος> ἀνωδυνίαν παρέχει τοῖς πλευρὰν ἀλγοῦσι[ν].
καταπλάσσεται δὲ καὶ πρὸς ἐμπνευματώσεις ἐντέρων μετὰ λινοσπέρμου καὶ τήλεως
καὶ πηγάνου, μετὰ [δὲ] πίσσης <δὲ> ὑγρᾶς καὶ κηροῦ καὶ οὔρου παιδὸς ἀφθόρου καὶ ἐλαίου
χοιράδας ἐκπέττει. σὺν μυρσίνῃ δὲ ἢ οἴνῳ ἢ ἀχράσιν ἢ βάτῳ ἢ σιδίοις κοιλίας ῥεύματα ἵ-
στησι, σὺν κυδωνίῳ δὲ ἢ ὄξει ποδαγρικὰς φλεγμονὰς ὠφελεῖ. {3} ἑψηθὲν δὲ μετ᾽ ὄξους δρι-
μέος [2], ὃν τρόπον ὠμὴ λύσις, καὶ θερμὸν ἐπιτιθέμενον λέπρας ὑγιάζει. χυλωθὲν δὲ τὸ ἄλευ-
ρον σὺν ὕδατι ἑψηθέν <τε> σὺν πίσσῃ καὶ ἐλαίῳ πυοποιόν ἐστι, σὺν ὄξει δὲ χυλωθὲν καὶ
ἑψηθὲν μετὰ πίσσης πρὸς τὰ τῶν ἄρθρων ῥεύματα ἁρμόζει. τὸ δὲ ἐξ αὐτῶν ἄλφιτον κοι-
λίας σταλτικὸν καὶ φλεγμονῶν πραυντικόν.