Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
comino común | kýminon hēmeron κύμινον ἥμερον |
Cuminum cyminum L. |
3.59 |
τογ (373)
Texto provisional
κύμινον τὸ ἥμερον· εὐστόμαχον, καὶ τούτου μᾶλλον τὸ Αἰθιοπικόν, ὅπερ Ἱπποκράτης ( V 490 L ) βασιλικὸν ἐκάλεσεν. δευτερεύει δὲ τὸ Αἰγύπτιον, εἶτα τὸ λοιπόν. φύεται δὲ ἐν Γαλατίᾳ καὶ Σπανίᾳ καὶ ἐν Κιλικίᾳ καὶ ἐν ἄλλοις πλείστοις τόποις. δύναμιν δὲ ἔχει θερμαντικήν, ξηραντικήν, στυπτικήν, ἁρμόζουσαν πρὸς στρόφους καὶ ἐμπνευματώσεις ἐγκλυζόμενον ἑφθὸν σὺν ἐλαίῳ καὶ καταπλασσόμενον σὺν ὠμῇ λύσει. {2} δίδοται δὲ καὶ ὀρθοπνοϊκοῖς σὺν ὀξυκράτῳ, θηριοδήκτοις δὲ σὺν οἴνῳ, διδύμων τε φλεγμοναῖς ἀρήγει σὺν σταφίδι καὶ ἀλεύρῳ ἐρεγμίνῳ ἢ κηρωτῇ ἐπιτεθέν· ἐπέχει δὲ καὶ ῥοῦν γυναικεῖον καὶ τὰς ἐκ μυκτήρων αἱμορραγίας σὺν ὄξει λεῖον προσενεχθέν· τρέπει δὲ καὶ χρῶτα ἐπὶ τὸ ὠχρότερον πινόμενόν τε καὶ ἐγχριόμενον.