Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
olivo rastrero | khamelaía χαμελαία |
Daphne oleoides L. |
4.171 |
χμδ (644)
Texto provisional
χαμελαία· [οἱ δὲ χαμελαία μέλαινα, οἱ δὲ Ἡράκλειον, οἱ δὲ βδελυρά,] οἱ δὲ κόκκος Κνίδιος, [Ῥωμαῖοι κιτοκάκιου<μ>, οἱ δὲ ὀλεάγω, οἱ δὲ ὀλεαστέλλουμ.]· κλῶνας μὲν ἔχει σπιθαμιαίους, ὁ δὲ θάμνος φρυγανώδης, φύλλα ἐλαίᾳ παραπλήσια, λεπτότερα δὲ καὶ [πικρά,] πυκνά, δάκνοντα τὴν γεῦσιν καὶ τὴν ἀρτηρίαν χαράττοντα. ταύτης τὰ φύλλα <κάτω> καθαίρει φλέγμα καὶ χολήν, μάλιστα δὲ ἐν καταποτίῳ λαμβανόμενα, μειγνυμένου διπλασίονος ἀψινθίου πρὸς ἓν μέρος τῆς χαμελαίας· ἀναλαμβανέσθω δὲ ὕδατι ἢ μέλιτι εἰς καταπότια. ἔστι δὲ ἄτηκτα· διαχωρεῖται γὰρ ὅσα λαμβάνεται. ἀναλαμβανόμενα δὲ λεῖα τὰ φύλλα μετὰ μέλιτος ἀνακαθαίρει τὰ ῥυπαρὰ ἕλκη καὶ ἠσχαρωμένα.