Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
diphrygés gr. | diphrygés διφρυγές |
- | 5.103 |
fol. fol.
ψογ (773)
Texto provisional
<περὶ διφρυγοῦς·>
τοῦ δὲ διφρυγοῦς τρία οἰητέον εἴδη· τὸ μὲν γὰρ μεταλλικόν ἐστιν, ὃ δὴ ἐν Κύπρῳ μόνῃ γίνεται. πηλῶδες γὰρ ὂν ἀναφέρεται ἐκ βυθοῦ <σπηλαίου> τινὸς τῶν ἐκεῖ, εἶτα ἀνενεχθὲν ξηραίνεται ἐν ἡλίῳ καὶ μετὰ ταῦτα φρυγάνοις κύκλῳ περιτιθεμένοις καίεται· ὅθεν καὶ διφρυγὲς ἐκλήθη διὰ τὸ ὑπὸ τοῦ ἡλίου καὶ τῶν φρυγάνων ξηραίνεσθαί τε καὶ φρύγεσθαι. {2} τὸ δὲ ἕτερον τοῦ κατεργαζομένου χαλκοῦ ὥσπερ ὑποστάθμη τις καὶ τρὺξ ὑπάρχει· μετὰ γὰρ τὴν τοῦ ψυχροῦ ὕδατος περίχυσιν, ὡς ἀνώτερον ἔφαμεν περὶ ἄνθους χαλκοῦ διαλεγόμενοι, <καὶ> μετὰ τὴν ἀναίρεσιν τοῦ χαλκοῦ εὑρίσκεται ἐν τῇ χώνῃ ἐγκείμενον τῷ πυθμένι αὐτῆς, τήν τε στῦψιν καὶ τὴν γεῦσιν χαλκοῦ ἔχον. τὸ δὲ τρίτον σκευάζεται
fol. fol.
οὕτως· λίθον τὸν λεγόμενον πυρίτην συνθέντες εἰς κάμινον οἱ πρὸς τούτοις ὄντες καίουσιν ἐπὶ ἡμέρας ἱκανὰς ὡς τίτανον· ὅταν δὲ τῇ χρόᾳ μιλτώδης γένηται, ἀνελόμενοι ἀποτίθενται. {3} τινὲς δέ φασιν ἐκ μόνης τῆς τὸν χαλκὸν λίθου ἀποτελούσης [ὕλης] γεννᾶσθαι τὸ προειρημένον, ὅταν ὀπτηθεῖσα ἐν ταῖς λεγομέναις ἅλωσιν ἄνω μετενεχθῇ εἰς τοὺς βόθρους καὶ ἐνταῦθα καίηται· τόν τε γὰρ κύκλῳ τῶν βόθρων τόπον ἐπιλαμβάνειν καὶ μετὰ τὴν ἀναίρεσιν τῶν λίθων οὐδὲν ἧσσον εὑρίσκεσθαι. προκριτέον δ᾽ αὐτοῦ τὸ τῇ γεύσει ἔγχαλκον, ἰίζον, στῦφόν τε καὶ ἀναξηραῖνον ἱκανῶς τὴν γλῶσσαν, ὅπερ ἡ κεκαυμένη ὦχρα οὐ κέκτηται, ἣν καίοντες ἀντὶ διφρυγοῦς πιπράσκουσι. {4} δύναμιν δὲ ἔχει στυπτικήν τε καὶ ἀναξηραντικὴν ἐπιτεταμένως, ἀνακαθαρτικήν τε καὶ σμηκτικὴν καὶ κατασταλτικὴν ὑπερσαρκώσεως, ἀπουλωτικὴν κακοήθων καὶ ἑρπυστικῶν <ἑλκῶν>· διαφορεῖ καὶ ἀποστήματα ἀναλημφθὲν τερεβινθίνῃ ἢ κηρωτῇ.