Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
vid silvestre | ámpelos agría ἄμπελος ἀγρία |
Vitis sylvestris Gmel. |
5.2 |
χξη (668)
Texto provisional
ἄμπελος ἀγρία διττή· ἡ μὲν γάρ τις αὐτῆς οὐ περκάζει τὴν σταφυλήν, ἄχρι δ᾽ ἀνθήσεως ἄγει τὴν λεγομένην οἰνάνθην, ἡ δέ τις καὶ τελεσφορεῖ, μικρόρραξ οὖσα καὶ μέλαινα καὶ στυπτική. δύναμιν δὲ ἔχει ταύτης τὰ φύλλα καὶ αἱ ἕλικες καὶ οἱ καυλοὶ ὁμοίαν τῇ ἡμέρῳ.