Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
alisma | álisma ἄλισμα |
Alisma plantago-aquatica L. |
3.152 |
υξϚ (466)
Texto provisional
ἄλισμα οἱ δὲ δαμασώνιον καλοῦσιν, [οἱ δὲ ἄσκυρον], οἱ δὲ λύρον. φύλλα μὲν ἔχει ἀρνογλώσσῳ ὅμοια, στενότερα δὲ καὶ ἐπὶ γῆν κλώμενα· καυλὸς δὲ λεπτός, ἁπλοῦς, ὑπὲρ πῆχυν, ἔχων κεφάλιον θυρσοειδές, ἄνθη [λευκά] λεπτά, ὕπωχρα, ῥίζαι ὡς μέλανος ἑλλεβόρου λεπταί, εὐώδεις, δριμεῖαι, ὑπολίπαροι. ὑδρηλὰ φιλεῖ χωρία. {2} ἁρμόζει δὲ ἡ ῥίζα πινομένη σὺν οἴνῳ δραχμῆς μιᾶς ἢ δυεῖν ὁλκὴ πρὸς λαγωὸν θαλάσσιον καὶ φρῦνον καὶ ὄπιον· παύει καὶ στρόφους καὶ δυσεντερίαν καθ᾽ ἑαυτὴν καὶ σὺν ἴσῳ δαύκῳ πινομένη, ἁρμόζει καὶ σπάσμασι καὶ πρὸς τὰ ὑστερικὰ πάθη. ἡ δὲ πόα ἵστησι κοιλίαν καὶ ἔμμηνα κινεῖ καὶ οἰδήματα καταπλασθεῖσα πραΰνει.