Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
ajenjo moruno | artemisía polýklōnos ἀρτεμισία πολύκλωνος |
Artemisia arborescens L. |
3.113 |
υκθ (429)
Texto provisional
ἀρτεμισία [πολύκλωνος· οἱ δὲ χρυσάνθεμον, Ῥωμαῖοι ῥάνιουμ, οἱ δὲ ἕρβα Διανάρια, οἱ δὲ ἀρτεμίσιαμ]· φύεται μὲν ὡς τὸ πολὺ ἐν παραθαλασσίοις τόποις. πόα θαμνοειδής, παρόμοιος ἀψινθίῳ, μείζω δὲ καὶ λιπαρώτερα <τὰ> φύλλα ἔχουσα. καὶ ἡ μέν τίς ἐστιν αὐτῆς εὐερνής, πλατύτερα ἔχουσα τὰ φύλλα καὶ τὰς ῥάβδους, ἡ δὲ λεπτοτέρα, ἄνθη μικρά, λεπτά, λευκά, βαρύοσμα· θέρους δὲ ἀνθεῖ. ἔνιοι δὲ τὸ ἐν μεσογείοις λεπτοκαρφότερον βοτάνιον, ἁπλοῦν τῷ καυλῷ, σφόδρα μικρόν, ἄνθους περίπλεον τὴν χρόαν κιρροειδοῦς λεπτοῦ, καλοῦσιν ἀρτεμισίαν· ἔστι δὲ εὐωδεστέρα τῆς πρὸ αὐτῆς. {2} ἀμφότεραι δὲ θερμαίνουσι καὶ λεπτύνουσιν· ἀποζεννύμεναι δὲ ἁρμόζουσιν εἰς ἐγκαθίσματα πρὸς ἀγωγὴν ἐμμήνων καὶ δευτέρων καὶ ἐμβρύων καὶ μύσιν καὶ φλεγμονὴν τῆς ὑστέρας καὶ θρύψιν λίθων καὶ ἐποχὴν οὔρων. ἡ δὲ πόα καταπλασθεῖσα κατὰ τοῦ ἤτρου πολλὴ ἔμμηνα κινεῖ. ὁ δὲ ἐξ αὐτῆς χυλὸς συλλεανθεὶς σμύρνῃ καὶ προστεθεὶς ἄγει <τὰ> ἀπὸ μήτρας, ὅσα καὶ τὸ ἐγκάθισμα· καὶ ποτίζεται δὲ ἡ κόμη πρὸς ἀγωγὴν τῶν αὐτῶν πλῆθος δραχμῶν τριῶν.