Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
hyperikón gr. | hyperikón ὑπερικόν |
Hypericum crispum L. |
3.154 |
υξη (468)
Texto provisional
ὑπερικόν· οἱ δὲ ἀνδρόσαιμον, οἱ δὲ κόριον, οἱ δὲ χαμαίπιτυν διὰ τὸ τὴν περὶ τὸ σπέρμα ὀσμὴν ἐοικέναι ῥητίνῃ πιτυΐνῃ. φύλλα ἔχει πηγάνῳ ὅμοια· θάμνος φρυγανοειδής, σπιθαμιαῖος, ὑπέρυθρος, ἄνθος <ἔχων> λευκοΐῳ ὅμοιον, λοβὸν δὲ ὑπόδασυν, προμήκη ἐν τῷ περιφερεῖ, μέγεθος κριθῆς, ἐν ᾧ σπέρμα μέλαν ῥητίνης ὄζον. φύεται δὲ ἐν ἐργασίμοις καὶ τραχέσι χωρίοις. {2} δύναμιν δὲ ἔχει διουρητικὴν καὶ ἐμμήνων ἀγωγὸν προστιθέμενον, τεταρταϊκούς τε ἀπαλλάσσει μετ᾽ οἴνου πινόμενον. θεραπεύει δὲ καὶ ἰσχιάδας ἐπὶ ἡμέρας τεσσαράκοντα τὸ σπέρμα πινόμενον, τὰ δὲ φύλλα σὺν τῷ σπέρματι καταπλασθέντα ἰᾶται κατακαύματα.