Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
meliloto silvestre | lōtós ágrios λωτὸς ἄγριος |
Trigonella elatior Sibth. |
4.111 |
φπγ (583)
Texto provisional
λωτὸς ἄγριος· [οἱ δὲ τρίφυλλον, οἱ δὲ Λιβυ<κ>ὸν καλοῦσι, Ῥωμαῖοι τριφόλιουμ μίνους.] φύεται μὲν πλεῖστος ἐν Λιβύῃ, καυλὸν φέρων δίπηχυν ἢ καὶ μείζονα, μασχάλας ἔχοντα πολλάς, φύλλα ὅμοια λωτῷ τριφύλλῳ τῷ ἐν χορτοκοπίοις γεννωμένῳ, σπέρμα ἐοικὸς τήλιδι, μικρότερον δὲ πολλῷ, φαρμακῶ δες ἐν τῇ γεύσει. δύναμιν δὲ ἔχει θερμαντικήν, ἠπίως στυπτικήν, ἀποκαθαρτικὴν σπίλων τῶν ἐπὶ τοῦ προσώπου καὶ ἐφηλίδων σὺν μέλιτι καταχριόμενος, πινόμενος δὲ καθ᾽ ἑαυτὸν λεῖος ἢ καὶ μετὰ μολόχης σπέρματος σὺν οἴνῳ ἢ γλυκεῖ τοῖς περὶ κύστιν ἀλγήμασι βοηθεῖ.