Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
camedrio acuático | skórdion σκόρδιον |
Teucrium scordium L. |
3.111 |
υκζ (427)
Texto provisional
σκόρδιον· φύεται ἐν ὀρεινοῖς τόποις καὶ ἑλώδεσι, φύλλα ἔχον ἐοικότα χαμαίδρυϊ, μείζονα δὲ καὶ οὐχ οὕτως ἐντετμημένα τὴν περιφέρειαν, ποσῶς τῇ ὀσμῇ σκορδίζοντα, στυπτικὰ δὲ καὶ ἔμπικρα κατὰ τὴν γεῦσιν· καυλία δὲ τετράγωνα, ἐφ᾽ ὧν ἄνθος ὑπέρυθρον. δύναμιν δὲ ἔχει ἡ πόα θερμαντικήν, διουρητικὴν ποτιζομένη χλωρὰ λεία· καὶ ξηρὰ δὲ ἀφεψομένη σὺν οἴνῳ πρὸς ἑρπετῶν δήγματα καὶ θανάσιμα, πρός τε δηγμοὺς στομάχου καὶ δυσεντερίαν καὶ δυσουρίαν δραχμῶν δυεῖν ὁλκὴ σὺν ὑδρομέλιτι· {2} καθαίρει καὶ πάχος πυῶδες ἐκ θώρακος, ποιεῖ καὶ πρὸς παλαιὰν βῆχα καὶ ῥήγματα καὶ σπάσματα σὺν καρδάμῳ καὶ μέλιτι καὶ ῥητίνῃ ξηρᾷ μιγεῖσα ἐν ἐκλεικτῷ, καὶ ὑποχόνδριον χρονίως φλεγμαῖνον ἀναλημφθεῖσα κηρωτῇ παρηγορεῖ. ποιεῖ δὲ καὶ πρὸς ποδάγραν μετ᾽ ὄξους δριμέος περιχριομένη ἢ μεθ᾽ ὕδατος καταπλασσομένη· προστεθεῖσα δὲ ἔμμηνα κινεῖ· καὶ τραύματα κολλᾷ <καὶ> ἕλκη παλαιὰ ἀνακαθαίρει καὶ ἀπουλοῖ σὺν μέλιτι· ξηρὰ δὲ ὑπερσαρκώματα στέλλει. πίνεται δὲ καὶ τὸ ἐξ αὐτῆς χύλισμα πρὸς τὰ εἰρημένα πάθη· ἐνεργέστατον δέ ἐστι τὸ Ποντικὸν καὶ τὸ Κρητικόν.