Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
regaliz | glykýrriza γλυκύρριζα |
Glycyrrhiza glabra L. |
3.5 |
fol. fol.
τκ (320)
Texto provisional
<περὶ γλυκυρρίζας· γ>λυκύρριζα· οἱ δὲ Ποντικὴν <ῥίζαν>, [οἱ δὲ γλυκήρατον, οἱ δὲ γλυκύφυτον, οἱ δὲ Σκύθιον, οἱ δὲ
ἄδιψον, οἱ δὲ σύμφυτον, οἱ δὲ λεοντίδα, οἱ δὲ κόλυθρα, οἱ δὲ † λιβυεστασο, οἱ δὲ ὤμοιν, οἱ δὲ πέενθα, οἱ δὲ σεμεθεώρ, Ῥωμαῖοι δουλκιράδιξ.]· γεννᾶται πλείστη ἐν Καππαδοκίᾳ καὶ Πόντῳ. ἔστι δὲ θαμνίσκος ῥάβδους ἔχων διπήχεις, περὶ αἷς τὰ φύλλα πυκνά, ἐοικότα σχίνῳ, λιπαρὰ καὶ κολλώδη ἁψαμένῳ· τὸ δὲ ἄνθος ὑακίνθῳ ὅμοιον, καρπὸς δὲ πλατάνου σφαιρίων μέγεθος, τραχύτερος, λοβοὺς ἔχων ὡς φακοῦ, πυρρούς, μικρούς· ῥίζαι μακραί, πυξοειδεῖς ὡς γεντιανῆς, ὑπόστρυφνοι, γλυκεῖαι, χυλιζόμεναι ὥσπερ τὸ λύκιον. {2} ποιεῖ δὲ τὸ χύλισμα πρὸς τραχύτητας ἀρτηρίας· δεῖ δὲ ὑποτιθέντας τῇ γλώσσῃ ἀποχυλίζειν. ἁρμόζει δὲ καὶ πρὸς καῦσον στομάχου καὶ πρὸς τὰ ἐν θώρακι καὶ ἥπατι ψωριάσεις τε κύστεως καὶ νεφρίτιδας πινό-
fol. fol.
μενον μετὰ γλυκέος ἄδιψόν τέ ἐστιν ἀποχυλιζόμενον καὶ τραυματικὸν περιχριόμενον καὶ στοματικὸν διαμασώμενον· καὶ τὸ ἀφέψημα δὲ τῶν ῥιζῶν προσφάτων πρὸς τὰ αὐτὰ ἁρμόζει. ἡ δὲ ῥίζα ξηρὰ λειοτριβηθεῖσα πτερυγίοις κατάπαστος ἐπιτήδειός ἐστιν.