Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
berro | sisýmbrion σισύμβριον |
Nasturtium officinale R. Br. |
2.128 |
Texto provisional
σισύμβριον οἱ δὲ καρδαμίνην, οἱ δὲ καὶ τοῦτο σίον καλοῦσιν. ἔνυδρός ἐστι πόα, κατὰ τὰ αὐτὰ τῷ σίῳ γεννωμένη. καρδαμίνην δ᾽ ἔνιοι λέγουσι διὰ τὸ ἐοικέναι καρδάμῳ κατὰ τὴν γεῦσιν. φύλλα δὲ ἔχει τὰ μὲν πρῶτα περιφερῆ, αὐξανόμενα δὲ σχίζεται ὡς τὰ τοῦ εὐζώμου. ἔστι δὲ θερμαντικά, διουρητικά· βιβρώσκεται δὲ καὶ ὠμά. ἀποκαθαίρει δὲ καὶ φακοὺς καὶ ἔφηλιν καταπλασθέντα δι᾽ ὅλης τῆς νυκτός, ἕωθεν δὲ ἀποκλυσθέντα.