Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
excrecencia del mirto | myrtídanon μυρτίδανον |
Myrtus communis L. |
1.112.4 |
ριβ (112)
περὶ μυρτιδάνου·
τὸ δὲ μυρτίδανον λεγόμενον ἐπίφυσίς ἐστιν ἀνώμαλος καὶ ὀχθώδης καὶ ὁμόχρους, οἱονεὶ
χεῖρες περὶ τὸ τῆς μυρσίνης πρέμνον. στύφει δὲ μᾶλλον τῆς μυρσίνης· ἀποτίθεται δὲ κοπὲν
καὶ μιγὲν οἴνῳ αὐστηρῷ, ἀναπλασθέν τε εἰς τροχίσκους ἐν σκιᾷ ξηραίνεται. δραστικώτε-
ρον δέ ἐστι τοῦ καρποῦ καὶ φύλλου, μιγνύμενον κηρωτῇ καὶ πεσσοῖς ἐγκαθίσμασί τε καὶ
καταπλάσμασι τοῖς στύψεως δεομένοις.