Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
albahaca silvestre | ákinos ἄκινος |
Satureja acinos Scheele |
3.43 |
τνζ (357)
Texto provisional
ἄκινος [Ῥωμαῖοι ὠκιμάστρουμ.]· πόα ἐστὶ λεπτόκαρφος, στεφανωματική, παραπλήσιος ὠκίμῳ, δασυτέρα δὲ καὶ εὐώδης· παρ᾽ ἐνίοις δὲ καὶ κηπεύεται. ἵστησι δὲ κοιλίαν καὶ ἔμμηνα πινομένη φύγεθλά τε καὶ ἐρυσιπέλατα καταπλασσομένη θεραπεύει.