Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
lisimaquia amarilla | lysimákheion λυσιμάχειον |
Lysimachia vulgaris L. |
4.3 |
υοε (475)
Texto provisional
λυσιμάχειος· [οἱ δὲ λύτρον καλοῦσιν] καυλοὺς ἀνίησι πηχυαίους ἢ καὶ μείζονας, λεπτούς, θαμνώδεις, ὧν παρὰ τὰ γόνατα φύλλων λεπτῶν ἐκφύσεις, παραπλησίων τοῖς τῆς ἰτέας, στυφόντων ἐν τῇ γεύσει· ἄνθος πορφυροῦν ἢ χρυσοειδές· φύεται ἐν τόποις ἑλώδεσι καὶ παρὰ τὰ ὕδατα. ἁρμόζει δὲ ὁ χυλὸς τῶν φύλλων στυπτικὸς ὢν πρὸς αἵματος ἀναγωγὰς καὶ δυσεντερίας, πόμα καὶ ἔγκλυσμα, ῥοῦν τε γυναικεῖον ἵστησιν ἐν προσθέτῳ, καὶ πρὸς τὰς ἐκ μυκτήρων αἱμορραγίας ἐμφρασσομένη ἡ πόα ἁρμόζει· ἔστι δὲ καὶ τραυματικὴ καὶ ἴσχαιμος. θυμιαθεῖσα δὲ δριμύτατον ἔχει τὸν καπνόν, ὥστε καὶ ἑρπετὰ διώκειν καὶ μύας ἀποκτείνειν.