Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
comadreja casera | galê katoikídios γαλῆ κατοικίδιος |
Mustela nivalis |
2.25 |
ρνδ (154)
περὶ γαλῆς κατοικιδ<ίου>·
γαλῆ κατοικίδιος περιφλευσθεῖσα καὶ δίχα τῶν ἐν τὸς σκελετευθεῖσα δι᾽ ἁλὸς καὶ ξηραν-
θεῖσα ἐν σκιᾷ παντὸς ἑρπετοῦ ἐνεργέστερόν [1] ἐστι βοήθημα ποθεῖσα μετὰ [2] οἴνου < β' <πλῆθος>, καὶ τοξικοῦ
ἀντιφάρμακον ὁμοίως λημφθεῖσα. ἡ δὲ κοιλία αὐτῆς κορίῳ πλησθεῖσα καὶ σκελετευθεῖ-
σα θηριοδήκτοις καὶ ἐπιλη<μ>πτικοῖς βοηθεῖ πινομένη. ὅλη δὲ καεῖσα ἐν χύτρᾳ ποδα-
γρικοὺς ὠφελεῖ τῆς τέφρας καταχριομένης μετ᾽ ὄξους. τὸ δὲ αἷμα αὐτῆς καταχριόμενον
χοιράσι βοηθεῖ· ὠφελεῖ δὲ καὶ ἐπιλη<μ>πτικούς.