Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
albahaca silvestre | polýknēmon πολύκνημον |
Zizyphora capitata L. |
3.94 |
υι (410)
Texto provisional
πολύκνημον· [οἱ δὲ κλινοπόδιον, οἱ δὲ πολυγόνατον, οἱ δὲ Διὸς ἠλακάτη, οἱ δὲ ἐχεώνυμον, Ῥωμαῖοι πουτιαλογονθρια.] θαμνίον ἐστὶ φρυγανῶδες, ἔχον φύλλα ὀριγάνῳ ἐμφερῆ, τὸν δὲ καυλὸν πολυγόνατον ὥσπερ γλήχων· οὐκ ἔχει μέντοι σκιάδιον, μικρὰ δὲ ἐπ᾽ ἄκρῳ κορύμβια δριμύ τι μετ᾽ εὐωδίας ἀποπνέοντα. ποιεῖ δὲ καταπλασσόμενον χλωρὸν ἢ ξηρὸν μεθ᾽ ὕδατος πρὸς τραύματα κολλῶν· δεῖ δὲ πεμπταῖον λύειν· πίνεται καὶ πρὸς στραγγουρίας καὶ ῥήγματα σὺν οἴνῳ.