Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
nardo montano | pyknókomon πυκνόκομον |
Valeriana tuberosa L. |
4.174 |
fol. fol.
χμζ (647)
Texto provisional
<περὶ πυκνοκόμου·> πυκνόκομον· φύλλα
ἔχει ὅμοια εὐζώμῳ, τραχέα δὲ καὶ δριμέα καὶ παχύτερα, καυλὸν τετράγωνον, ἄνθος δὲ τῷ τοῦ ὠκίμου ἐμφερές, καρπὸν δὲ ὡς πράσου, ῥίζαν μέλαιναν, στρογγύλην, ὠχράν, ὡς μικρὸν μῆλον, γεῶδες ὄζουσαν· φύεται ἐν πετρώδεσι τόποις. δύναμιν δ᾽ ἔχει ὁ μὲν καρπὸς ποθεὶς ὅσον δραχμὴ μία ταραχώδη καὶ πολλὰ ἐνύπνια ποιεῖν, οἰδήματά τε διαφορεῖ ἐπιπλαττόμενος σὺν ἀλφίτῳ καὶ ἀκίδας καὶ σκόλοπας ἐξάγει· καὶ τὰ φύλλα δὲ καταπλαττόμενα φύματα καὶ δοθιῆνας διαφορεῖ. ἡ δὲ ῥίζα αὐτῆς λυτικὴ κοιλίας καὶ κινητικὴ χολῆς·
fol. fol.
δίδου δὲ δραχμὰς δύο ἐν μελικράτῳ.