Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
ápios gr. | ápios ἄπιος |
Euphorbia apios L. |
4.175 |
χμη (648)
Texto provisional
ἄπιος· οἱ δὲ ἰσχάδα, οἱ δὲ χαμαιβάλανον, οἱ δὲ ῥά φανον ἀγρίαν, οἱ δὲ λινόζωστιν, [Ῥωμαῖοι ῥάδιξ σιλβέστρις, Ἄφροι θορφαθσαδοί.] κλωνία δύο ἢ τρία ἀπὸ γῆς σχοινώδη, λεπτά, ἐρυθρά, μικρὸν ὑπὲρ τῆς γῆς αἴροντα· φύλλα πηγάνῳ ἐοικότα, ἐπιμηκέστερα <δέ>, χλωρά· καρπὸς μικρός, ῥίζα ἀσφοδέλῳ παραπλησία, στρογγυλωτέρα δὲ καὶ πρὸς τὸ τοῦ ἀπίου σχῆμα, μεστὴ ὀποῦ, φλοιὸν ἔχουσα ἔξωθεν μέλανα, ἔνδοθεν δὲ λευκή. ταύτης τὸ μὲν ἄνωθεν μέρος τῆς ῥίζης λημφθὲν δι᾽ ἐμέτων ἄγει χολὴν καὶ φλέγμα, τὸ δὲ πρὸς τῇ ῥίζῃ κάτω καθαίρει, ὅλη δὲ λημφθεῖσα ἀμφοτέρας τὰς καθάρσεις κινεῖ. ὀπίσαι δὲ βουληθεὶς κόπτε τὰς ῥίζας καὶ βαλὼν εἰς κρατηρίαν ὕδατος συντάραττε καὶ τὸν ἐφιστάμενον ὀπὸν πτερῷ ἀναλέγων ξήραινε· τούτου τρία ἡμιωβόλια ποθέντα ἄνω καὶ κάτω καθαίρει.