Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
ládano | ládanos (lêdos) λάδανος (λῆδος) |
Cistus creticus L. |
1.97.3 |
fol. fol.
ϟζ (97)
περὶ λαδάνου· ἔστι δὲ καὶ ἕτερον εἶδος κίσθου, καλούμενον
ὑπ᾽ ἐνίων λῆδον, θάμνος κατὰ τὰ αὐτὰ φυόμενος τῷ κίσθῳ, μακρότερα δὲ τὰ φύλλα ἔχει καὶ
μελάντερα, λιπαρίας [1] τινὰ[ς] κατὰ τὸ ἔαρ ἐπισπώμενα, ὧν φύλλων ἡ δύναμις στυπτικὴ καθέ-
στηκε, ποιοῦσα πρὸς ὅσα καὶ ὁ κίσθος. γίνεται δὲ ἐξ αὐτοῦ τὸ <λεγόμενον> λάδανον τὰ φύλλα γὰρ αὐτοῦ νεμό-
μεναι αἱ αἶγες καὶ οἱ τράγοι τὴν λιπαρίαν ἀναλαμβάνουσι [2] γνωρίμως καὶ τοῖς μηροῖς προσπλατ-
τομένην διὰ τὸ τυγχάνειν ἰξώδη, ἣν ἀφαιροῦντες ὑλίζουσι καὶ ἀποτίθενται ἀναπλάσσοντες
fol. fol.
μαγίδας. ἔνιοι δὲ καὶ σχοινία ἐπισύρουσι τοῖς θάμνοις καὶ τὸ προσπλασθὲν αὐτοῖς
[καὶ τὸ προσπλασθὲν] λίπος ἀποξύσαντες ἀναπλάσσουσι<ν>. {4} κράτιστον δέ ἐστιν
αὐτοῦ τὸ εὐῶδες, ὑπόχλωρον, εὐμάλακτον, λιπαρόν, ἀμέτοχον ἄμμου ἢ ψαφαρίας, ῥητι-
νῶδες. τοιοῦτον δέ ἐστι τὸ ἐν κύπρῳ γεννώμενον, τὸ μέντοι ἀραβικὸν καὶ λιβυκὸν εὐτε-
λέστερον. δύναμιν δὲ ἔχει [στυπτικήν,] θερμαντικήν, μαλακτικήν, ἀναστομωτικήν. ἵστησι δὲ
τὰς ῥεούσας τρίχας μιγὲν οἴνῳ καὶ σμύρνῃ καὶ μυρσινίνῳ ἐλαίῳ, οὐλάς τε εὐπρεπεστέρας
ποιεῖ μετ᾽ οἴνου καταχριόμενον, καὶ ὠταλγίας μεθ᾽ ὑδρομέλιτος ἢ ῥοδίνου ἐγχεόμενον
θεραπεύει. ὑποθυμιᾶται δὲ καὶ πρὸς δευτέρων ἐκβολάς, καὶ σκληρίας θεραπεύει τὰς ἐν
μήτρᾳ ἐν πεσσῷ μιγέν, καὶ ταῖς ἀνωδύνοις καὶ βηχικαῖς καὶ μαλάγμασι χρησίμως μίγνυ-
ται, κοιλίαν τε ἵστησι σὺν οἴνῳ παλαιῷ ποθέν· ἔστι δὲ καὶ οὐρητικόν.