Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
bilis | kholē χολή |
- | 2.78 |
σζ (207)
περὶ χολῆς· χολὴ πᾶσα ἀποτίθεται τούτῳ τῷ τρόπῳ·
λαβὼν τὴν πρόσφατον καὶ ἀποδήσας τὸ στόμα αὐτῆς λίνῳ κάθες εἰς ὕδωρ ζέον διαλιπὼν
χρόνον τοσοῦτον, ὅσον ἄν τις τριῶν σταδίων δρόμον ἀναλώσειεν [1]· εἶτα ἐξελὼν ξήραινε ἐν τόπῳ
σκιερῷ καὶ ἀνοτίστῳ. τὰς δὲ εἰς τὰ ὀφθαλμικὰ λίνῳ ἀποδήσας βάλε εἰς βυκίον [2] ὑελοῦν ἔχον<τα>
μέλι, καὶ τὴν ἀρχὴν τοῦ λίνου περιδήσας τῷ στόματι τοῦ βυκἰου [3] πωμάσας ἀπόθου. {2} εἰσὶ δὲ
πᾶσαι αἱ χολαὶ δριμεῖαι, θερμαντικαί, τὸ [4] μᾶλλόν τε καὶ ἧττον κατὰ δύναμιν ἀλλήλων διαφέρου-
σαι. δοκοῦσι δὲ ἐπιτετάσθαι ἥ τε τοῦ θαλασσίου σκορπίου καὶ ἰχθύος τοῦ λεγομένου καλλιωνύ-
μου, χελώνης τε θαλασσίας καὶ ὑαίνης, ἔτι δὲ πέρδικος καὶ ἀετοῦ καὶ ἀλεκτορίδος λευκῆς
καὶ αἰγὸς ἀγρίας, ἰδίως ἁρμόζουσα πρὸς ἀρχομένας ὑποχύσεις καὶ ἀχλῦς, ἄργεμά τε καὶ
τραχέα βλέφαρα. τῆς δὲ τοῦ προβάτου καὶ τοῦ τράγου καὶ τοῦ συὸς ἔτι δὲ ἄρκτου [5] ἐμπρακτo-
τάτη ἐστὶν ἡ ταυρεία. πᾶσαι δὲ προθυμίαν πρὸς διαχώρησιν ἐργάζονται, καὶ μᾶλλον <ἐπὶ> παιδίων,
εἴ τις κροκύδα βάψας προσθείη τῷ δακτύλῳ [6]. {3} ἡ δὲ ταυρεία ἰδίως ἐπὶ συναγχικῶν διαχρίε-
ται σὺν μέλιτι, ἀποθεραπεύει τε τὰ ἐν δακτύλῳ [6] μέχρι[ς] οὐλῆς, πυορροοῦντά τε ὦτα
καὶ τὰς ἐπ᾽ αὐτῶν ῥήξεις σὺν γάλακτι αἰγείῳ ἢ γυναικείῳ ἐργαζομένη [7]. πρὸς δὲ συριγμοὺς
σὺν πράσου χυλῷ <ποιεῖ>, εἴς τε τὰς τραυματικὰς ἐμπλάστρους [8] μιγνυμένη καὶ θηριακὰς
περιχρίστους· καὶ πρὸς φαγεδαινικὰ <δ᾽> ἕλκη καὶ ὀδύνας αἰδοίου καὶ ὀσχέου σὺν μέλιτι,
πρὸς δὲ λέπρας καὶ πίτυρα σὺν νίτρῳ ἢ γῇ κιμωλίᾳ σμῆγμα κράτιστον. καὶ ἡ προβα-
τεία δὲ πρὸς τὰ αὐτὰ καὶ ἡ ἀρκεία, ἐνδεέστεραι δὲ τυγχάνουσιν. {4} ἐκλειχομένη δὲ ἡ ἀρκεία
ἐπιλημπτικοὺς ὠφελεῖ, ἡ δὲ τῆς χελώνης πρὸς συνάγχας καὶ τὰς ἐπὶ τῶν παιδίων νομὰς ἐν
στόματι καὶ ἐπιλημπτικoῖς [9] ἐντεθεῖσα ταῖς ῥισίν, αἰγὸς δὲ ἀγρίας ἰδίως νυκτάλωπας θε-
ραπεύει ἐγχρισθεῖσα. καὶ ἡ τοῦ τράγου δὲ τὸ αὐτὸ ποιεῖ, θύμιά τε αἴρει καὶ τὰς ἐπὶ τῶν
ἐλεφαντιώντων ὑπεροχὰς καταχριομένη [κατα]στέλλει. ἡ δὲ ὑεία πρὸς τὰ ἐν ὠσὶν ἕλ-
κη καὶ πρὸς τὰ λοιπὰ πάντα ὠφελίμως παραλαμβάνεται.