Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
agrimonia | argemōnē hetéra ἀργεμώνη ἑτέρα |
Agrimonia eupatoria L. |
2.178aRV |
Texto provisional
[ἀργεμώνη ἑτέρα οἱ δὲ ἀργεμώνην ἄρσενα, οἱ δὲ σαρκοκόλλαν, Ῥωμαῖοι ἀργεμώνιαμ· καὶ αὕτη παρέοικε μὲν ἀγρίᾳ μήκωνι τοῖς φύλλοις. δύναμιν δὲ ἔχει αὕτη χλωρὰ τριβομένη λεία καὶ ἐπιτιθεμένη διακοπὰς θεραπεύειν καὶ ὀφθαλμῶν φλεγμονὰς παύειν·ἁρμόζει δὲ καὶ δυσεντερικοῖς σὺν ὕδατι πινομένη, κολλητική τε τραυμάτων καὶ φλεγμονῶν ἐστιν εὔθετος, ὡσαύτως ἐπιτιθεμένη σπασμάτων καὶ τιλμάτων ἐστὶ θεραπευτική· ἁρμόζει καὶ θηριόδηκτος σὺν οἴνῳ πινομένη.]