Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
meo | meîon μεῖον (μῆον) |
Meum athamanticum Jacq. |
1.3 |
γ (3)
περὶ μείου· μεῖον τὸ καλούμενον ἀθαμαντικὸν γεννᾶται
πλεῖστον ἐν Μακεδονίᾳ καὶ σπανίᾳ, ὅμοιον <τῷ> καυλῷ καὶ τοῖς φύλλοις ἀνήθῳ, παχύ-
τερον δὲ τοῦ ἀνήθου, δίπηχύ που ἀναβαῖνον, ταῖς ῥίζαις ὑπεσπαρμένον λεπταῖς,
πλαγίαις καὶ εὐθείαις, μακραῖς, εὐώδεσι, θερμαινούσαις τὴν γλῶτταν, αἵτινες
ἀποζεσθεῖσαι μεθ᾽ ὕδατος ἢ καὶ λεῖαι δίχα ἑψήσεως ποθεῖσαι τὰ στεγνὰ περὶ κύ-
στιν καὶ νεφροὺς πάθη παρηγοροῦσι καὶ δυσουρίαις ἁρμόζουσι, στομάχου τε ἐμπνευ-
ματώσεσι καὶ στρόφοις, ὑστερικαῖς τε διαρθρώσεσιν [1] καὶ ἄρθρων πόνοις, θώρακί <τε> ῥευ-
ματιζομένῳ σὺν μέλιτι λεῖαι ἀντὶ ἐκλικτοῦ βοηθοῦσιν, αἷμά τε ἄγουσι δι᾽ ἐμμήνων
ἀποζεσθεῖσαι εἰς ἐγκάθισμα, παιδίων δὲ καταπλασθέντος <τοῦ> ἐφηβαίου οὖρα ἄγουσιν.
ἔστι δὲ καὶ κεφαλαλγὲς πλεῖον ἢ δεῖ πινόμενον.