Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
violeta | íon porphyroûn ἴον πορφυροῦν |
Viola odorata L. |
4.121 |
fol. fol.
φϟβ (592)
<περὶ ἴου·> ἴον [πορφυροῦν· οἱ δὲ δασυπόδιον, οἱ δὲ πριαπήϊον, οἱ δὲ ἴον
ἄγριον, οἱ δὲ Κυβέλειον, ῥωμαῖοι σετιάλις [1], οἱ δὲ μουράρια, οἱ δὲ βίολα πουρπούρεα.]· φύλλον
ἔχει μικρότερον κισσοῦ καὶ λεπτότερον, μελάντερον δὲ καὶ οὐκ ἀνόμοιον [2], καυλίον μέσον ἀπὸ τῆς
fol. fol.
ῥίζης, ἐφ᾽ οὗ ἀνθύλλιον σφόδρα εὐῶδες, πορφυροῦν· φύεται ἐν παλισκίοις καὶ τραχέσι τόποις.
δύναμιν δὲ ἔχει ψυκτικὴν [οὗ] τὰ φύλλα καταπλασσόμενα καθ᾽ ἑαυτὰ καὶ μετὰ ἀλφίτων [3]· βοηθεῖ
δὲ στομάχῳ καυσουμένῳ [4] καὶ ὀφθαλμῶν φλεγμοναῖς καὶ ταῖς τῆς [5] ἕδρας προπτώσεσι. φασὶ δὲ
τὸ πορφυρίζον τοῦ ἄνθους μετὰ ὕδατος ποθὲν συναγχικοῖς βοηθεῖν καὶ ἐπιλημψίαις ταῖς ἐπὶ [τῶν] παίδων.