Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
salvia | elelísphakon ἐλελίσφακον |
Salvia sp. |
3.33 |
τμζ (347)
Texto provisional
ἐλελίσφακον [ οἱ δὲ λελίσφακον, οἱ δὲ σφάκον, οἱ δὲ κισσίον, οἱ δὲ σφάγνος, οἱ δὲ βήκιον, Αἰγύπτιοι ἀπουσί, Ῥωμαῖοι σάλβια, οἱ δὲ κόρσαλον.] θάμνος ἐστὶν ἐπιμήκης, πολύκλωνος, ῥάβδους τετραγώνους καὶ ὑπολεύκους ἔχων, φύλλα δὲ μηλέᾳ κυδωνίᾳ ἐοικότα, ἐπιμηκέστερα δὲ καὶ μικρότερα καὶ τραχέα λεληθότως ὥσπερ τὰ ἀνάτριπτα τῶν ἱματίων, δασέα, ὑπόλευκα, σφοδρῶς εὐώδη, ἔμβρωμα·καρπὸν δὲ ἐπ᾽ ἄκρων τῶν καυλῶν ὥσπερ ὁρμίνου ἀγρίου ἔχει. φύεται δὲ ἐν τραχέσι χωρίοις. {2} δύναμιν δὲ ἔχει τὸ ἀφέψημα τῶν φύλλων καὶ τῶν κλάδων οὖρα ἄγειν πινόμενον καὶ ἔμμηνα καὶ ἔμβρυα κατασπᾶν καὶ τρυγόνος πληγαῖς ἀρήγειν· μελαίνει δὲ καὶ τρίχας καὶ τραυματικὴ καὶ ἴσχαιμος καὶ ἀποκαθαρτικὴ τῶν θηριωδῶν ἑλκῶν ἐστι. παύει δὲ σὺν οἴνῳ τὸ ἀφέψημα τῶν φύλλων καὶ τῶν κλάδων αὐτῆς προσκλυζόμενον κνησμοὺς τοὺς περὶ τὰ αἰδοῖα.