Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
piedra del águila | aetítēs líthos ἀετίτης λίθος |
- | 5.142Di |
ωιγ (813)
Texto provisional
[λίθος ἀετίτης. Ἀετίτης λίθος ὁ ἐν τῷ κινεῖσθαι ἦχον ἀποτελῶν, ὡς ἑτέρου ἐγκύμων λίθου ὑπάρχων, κατόχιον ἐμβρύων ἐστίν, ὅταν ὀλισθηραὶ ὦσιν αἱ μῆτραι, περιαπτόμενος ἀριστερῷ βραχίονι. ἐν δὲ τῷ καιρῷ τῆς ἀποτέξεως ἄρα ἐκ τοῦ βραχίονος περίαπτε τῷ μηρῷ καὶ ἐκτὸς ὀδυνῶν τέξεται. ἐστὶ δὲ κλεπτέλεγχος, εἰ ἐπιθείη τις αὐτὸν εἰς τὸν προφερόμενον ἄρτον. ὁ γὰρ κλέψας οὐκ ἂν δυνηθείη καταπιεῖν τὰ μασηθέντα. φασὶ δὲ ὅτι καὶ συνεψόμενος ὁ ἀετίτης τοῖ ἐδέσμασι κλεπτέλεγχος γίγνεται. οὐ γὰρ δυνήσεται ὁ κλέψας καταπιεῖν τὰ σὺν αὐτῷ ἑψόμενα. λειωθεὶς δὲ καὶ ἀναλαμβανόμενος κηρωτῇ σκευασθείσῃ διὰ κυπρίνου ἐλαίου ἢ γλευκίνου ἤ τινος ἑτέρου τῶν θερμαινόντων ὀνίνησι μεγάλως τοὺς ἀρθριτικοὺς καὶ παραλυτικούς.]