Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
azufre | theîon θεῖον |
- | 5.107 |
fol. fol.
ψοζ (777)
Texto provisional
<περὶ θείου·>
θεῖον δὲ ἄριστον ἡγητέον τὸ ἄπυρον καὶ λαμπυρίζον τῇ χρόᾳ, διαφανές τε καὶ ἄλιθον, τοῦ δὲ πε-
πυρωμένου τὸ χλωρόν τε καὶ εὐλιπές. γεννᾶται δὲ πλεῖστον ἐν Μήλῳ καὶ Λιπάρᾳ [1]. θερμαίνει δὲ
fol. fol.
τὸ προειρημένον καὶ διαφορεῖ καὶ πεπαίνει ταχέως, βῆχάς τε καὶ ἐμπύους καὶ ἀσθματικοὺς ὠφελεῖ ἐν ᾠῷ λαμβανόμενον καὶ ὑποθυμιώμενον. {2} πρὸς δὲ τούτοις ἔμβρυα κατασπᾷ ὑποθυμιαθέν, καὶ λέπρας, ἔτι δὲ λειχῆνας καὶ ὄνυχας λεπροὺς αἴρει τερεβινθίνῃ μιγὲν ῥητίνῃ. σὺν ὄξει δὲ καταχριόμενον ποιεῖ μὲν καὶ πρὸς λέπρας, αἴρει δὲ καὶ ἀλφούς. ἰᾶται δὲ καὶ σκορπίων πληγὰς μιγὲν ῥητίνῃ, σὺν ὄξει δὲ <καταχριόμενον> θαλαττίου δράκοντος καὶ σκορπίου πληγὴν παραιτεῖται· παύει καὶ τοὺς καθ᾽ ὅλον τὸ σῶμα κνησμοὺς σὺν νίτρῳ σμηχόμενον. {3} ἀποκαθαίρει δὲ καὶ ἴκτερον κοχλιαρίου πλῆθος ἐπιπασσομένου τῷ ποτῷ ἢ μετὰ ᾠοῦ ῥοφητοῦ λαμβανόμενον· καὶ πρὸς κόρυζαν δὲ καὶ πρὸς κατάρρουν ποιεῖ, καὶ ἱδρῶτας στέλλει καταπασσόμενον, καὶ ποδαγρικοὺς σὺν νίτρῳ καὶ ὕδατι καταχρισθὲν ὠφελεῖ, καὶ δυσηκοίαν ὑποθυμιώμενον διὰ σίφωνος. θεραπεύει καὶ ληθαργικοὺς ὑποθυμιώμενον, αἱμορραγίας τε ἴσχει, θλάσεις τε ὤτων σὺν οἴνῳ καὶ σμύρνῃ καταχριόμενον ἰᾶται.