Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
kóris gr. | kóris κόρις |
Hypericum empetrifolium Willd. |
3.157 |
fol. fol.
υοα (471)
Texto provisional
<περὶ κόρεως·>
κόρις· οἱ δὲ καὶ τοῦτο ὑπερικὸν καλοῦσι. φύλλα [1] ἔχει παραπλήσια [2] τῷ τῆς ἐρείκης,
μικρότερον δὲ καὶ λιπαρώτερον καὶ ἐρυθρόν· θάμνος δὲ σπιθαμιαῖος, εὔστο-
μος, δριμύς, εὐώδης. τούτου ὁ καρπὸς πινόμενος οὖρα καὶ καταμήνια ἄγει·
βοηθεῖ καὶ φαλαγγιοδήκτοις καὶ ἰσχιαδικοῖς καὶ ὀπισθοτονικοῖς σὺν οἴνῳ
πινόμενος, πρὸς δὲ ῥίγη σὺν πεπέρει· ἐπὶ δὲ ὀπισθοτονικῶν καὶ σύγχρισμα
σὺν ἐλαίῳ ἁρμόδιον. [ἡ δὲ ῥίζα τούτου σὺν οἴνῳ ἑψηθεῖσα καλῶς καὶ ποθεῖσα πυ-
ρέτοις βοηθεῖν πεπίστευται. δεῖ δὲ τὸν πάσχοντα ἐν τῷ πίνειν περισκέπεσθαι καλῶς·
fol. fol.
ἱδροῖ γὰρ ὁλον τὸ σῶμα καὶ τὴν εὐκινησίαν ἐκ τούτου λαμβάνει.]