Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
malvavisco | althaía ἀλθαία |
Althaea officinalis L. |
3.146 |
υξα (461)
Texto provisional
ἀλθαία [οἱ δὲ ἀλθίσκον], ἣν ἔνιοι ἐβίσκον καλοῦσι, μολόχης ἐστὶν ἀγρίας εἶδος· ἔχει δὲ φύλλα περιφερῆ ὥσπερ κυκλάμινος, ἔγχνοα, ἄνθος ῥοδοειδές, καυλὸν δὲ πηχυαῖον, ῥίζαν δὲ γλίσχραν, λευκὴν ἔνδοθεν. ὠνόμασται δὲ ἀλθαία διὰ τὸ πολυαλθὲς καὶ πολύχρηστον αὐτῆς· ἑψηθεῖσα γὰρ ἐν μελικράτῳ ἢ οἴνῳ ἢ καθ᾽ ἑαυτὴν κοπεῖσα ποιεῖ πρὸς τραύματα, παρωτίδας, χοιράδας, ἀποστήματα, μαστοὺς φλεγμαίνοντας, <φλεγμονὰς> δακτυλίου, θλάσματα, ἐμφυσήματα, συντάσεις νεύρων· διαφορεῖ γὰρ καὶ ἐκπέσσει καὶ ῥήγνυσι καὶ ἀπουλοῖ. {2} συμμαλαχθεῖσα δὲ ἑφθή, ὡς εἴρηται, στέατι ὑείῳ ἢ χηνείῳ καὶ τερεβινθίνῃ πρὸς ὑστέρας φλεγμονὰς καὶ μύσεις ἐν προσθέματι ποιεῖ· καὶ τὸ ἀφέψημα δὲ αὐτῆς τὰ αὐτὰ ποιεῖ, ἄγον καὶ τὰ καλούμενα λοχεῖα. τὸ δὲ τῆς ῥίζης ἀφέψημα πινόμενον σὺν οἴνῳ ὠφελεῖ δυσουροῦντας, λιθιῶντας, [ὠμότητας] ἰσχιαδικούς, δυσεντερικούς, τρομώδεις, ῥηγματίας, καὶ πόνους ὀδόντων πραΰνει σὺν ὄξει ἀφεψηθεῖσα καὶ διακλυζομένη. {3} ὁ δὲ καρπὸς χλωρός τε καὶ ξηρὸς λεῖος καταχρισθεὶς σὺν ὄξει ἐν ἡλίῳ σμηκτικός ἐστιν ἀλφῶν, μετ᾽ ὀξελαίου δὲ σύγχρισμα προφυλακτικὸν ἰοβόλων· ποιεῖ δὲ καὶ πρὸς δυσεντερίαν, αἵματος ἀναγωγήν, διάρροιαν. τὸ δὲ ἀφέψημα τοῦ σπέρματος πινόμενον καὶ πρὸς μελισσῶν καὶ τῶν λεπτῶν θηρίων πληγὰς πάντων ἐν ὀξυκράτῳ ποθὲν ἢ ἐν οἴνῳ· καὶ τὰ φύλλα δὲ μετ᾽ ἐλαίου ὀλίγου καταπλάσσεται ἐπὶ τῶν δηγμάτων καὶ ἐπὶ πυρικαύτων. πήγνυσι δὲ ἡ ῥίζα καὶ ὕδωρ μιγεῖσα λεία καὶ συνεξαιθριασθεῖσα.