Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
pelitre | pýrethros πύρεθρος |
Anacyclus pyrethrum DC. |
3.73 |
τϟ (390)
Texto provisional
πύρεθρον· [οἱ δὲ δορύκνιον, οἱ δὲ πύρινον, οἱ δὲ πυρωτόν, οἱ δὲ πύρωθρον, οἱ δὲ ἀρνὸς συριγγίς, οἱ δὲ πυρῖτις, Ῥωμαῖοι σαλιβάρις, οἱ δὲ παστινάκα Ἄφρα.] πόα καυλὸν ἀνιεῖσα καὶ φύλλα ὥσπερ δαῦκος ἄγριος ἢ μάραθον· σκιάδιον δὲ ὡς ἀνήθου τροχοειδές· ῥίζα δὲ δακτύλου μεγάλου τὸ πάχος, μακρά, γευσαμένῳ πυρωτικωτάτη, φλέγματος ἐπισπαστική· διὸ καὶ ὀδονταλγίαις βοηθεῖ μετ᾽ ὄξους ἑψηθεῖσα καὶ διακλυζομένη· ἄγει δὲ καὶ φλέγμα διαμασηθεῖσα, συγχριομένη δὲ μετ᾽ ἐλαίου ἱδρῶτας κινεῖ, ποιοῦσα πρὸς τὰ χρόνια ῥίγη· καὶ πρὸς ἐψυγμένα δὲ ἢ παρειμένα μέρη τοῦ σώματος ἄκρως ἁρμόζει.