Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
salazón de atún crudo | ōmotárikhos ὠμοτάριχος |
Thunnus thynnus |
2.31 |
ρξ (160)
περὶ ὠμοταρίχου· ὁ δὲ ὠμοτάριχος λεγόμενος σάρξ ἐστι θύννου τεταριχευ-
μένου. βοηθεῖ δὲ λαμβανομένη [1] τοῖς ὑπὸ ἐχίδνης τῆς καλουμένης πρηστῆρος δηχθεῖσι·
δεῖ δὲ ὡς ὅτι πλεῖστον προσφέροντας <καὶ> οἶνον ἀναγκάζειν πίνειν πολὺν καὶ ἐμεῖν· εἴς
τε τὰς δριμυφαγίας μάλιστα ἁρμόζει. καταπλάσσεται δὲ καὶ ἐπὶ κυνοδήκτων ὠφελίμως.