Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
eneldo | ánēthon esthiómenon ἄνηθον ἐσθιόμενον |
Anethum graveolens L. |
3.58 |
fol. fol.
τοβ (372)
Texto provisional
<περὶ ἀνήθου·> [ἄνηθον τὸ ἐσθιόμενον· οἱ δὲ πολύειδος, οἱ δὲ ἀνίκητον, προ-
φῆται γόνος κυνοκεφάλου, ὁμοίως τρίχες κυνοκεφάλου, οἱ δὲ γόνος Ἑρμοῦ, Αἰγύπτιοι ἀραχού, Ῥωμαῖοι ἀνήθουμ, Ἄφροι σικκιριά, Δάκοι πόλπουμ. σπερμάτιόν ἐστι γνώριμον, οὐρητικόν, εὔστομον, θερμαντικόν, εὐστόμαχον, πεπτικόν, μειγνύμενον ταῖς ἀντιδότοις καὶ ὀξυπόροις χρησίμως, ἀναλογοῦν ἀνήσσῳ. ἡ δὲ ῥίζα ἑφθὴ ἐδώδιμος ὥσπερ σταφυλῖνος.] ἀνήθου ξηροῦ τῆς κόμης καὶ τοῦ καρποῦ τὸ ἀφέψημα πινόμενον γάλα κατασπᾷ, στρόφους τε καὶ ἐμπνευματώσεις παύει, κοιλίαν τε καὶ τοὺς ἐπιπολαίους ἐμέτους ἵστησιν, οὖρά τε κινεῖ καὶ λυγμοὺς παρηγορεῖ, ἀμβλύνει τε
fol. fol.
τὰς ὄψεις καὶ γονὴν σβέννυσι συνεχῶς πινόμενον. χρήσιμον δὲ τὸ ἀφέψημα αὐτοῦ καὶ γυναιξὶν ὑστερικαῖς εἰς ἐγκάθισμα· τὸ δὲ σπέρμα καὲν καὶ καταπλασθὲν κονδυλώματα αἴρει.