Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
zumaque | rhoûs ῥοῦς |
Rhus coriaria L. |
1.108 |
fol. fol.
ρη (108)
περὶ ῥοός· ῥοῦς ὁ ἐπὶ τὰ ὄψα, ὃν ἔνιοι ἐρυθρὸν καλοῦσι, καρπός ἐστι τῆς καλουμένης
βυρσοδεψικῆς ῥοός, ἥτις ὠνομάσθη ἐκ τοῦ τοὺς βυρσοδέψας αὐτῇ χρῆσθαι εἰς τὴν στύψιν
τῶν δερμάτων. ἔστι δὲ δενδρύφιον, φυόμενον ἐν [1] πέτραις, ὡς δίπηχυ, ἐφ᾽ οὗ φύλλα ἐπι-
μήκη, ὑπέρυθρα, τὴν περιφέρειαν ἐντετμημένα πρι<ο>νοειδῶς· καρπὸς δὲ βοτρυδίοις ἐοικώς,
πυκνός, κατὰ μέγεθος τερμίνθου, ὑπόπλατυς, οὗ τὸ περικείμενον φλοιῶδές ἐστιν
εὔχρηστον. {2} δύναμιν δὲ ἔχει τὰ φύλλα στυπτικήν, ποιοῦσαν πρὸς ἃ καὶ ἡ ἀκακία. με-
λαίνει δὲ τρίχας τὸ ἀφέψημα, δυσεντερίας τέ ἐστιν ἔγκλυσμα καὶ πόμα καὶ ἐγκάθισμα,
καὶ ὤτων πυορροούντων ἔγκλυσμα, πτερύγιά τε καὶ γαγγραίνας [2] ἐπέχει καταπλασσόμενα
τὰ φύλλα μετ᾽ ὄξους ἢ μέλιτος. καὶ τὸ χύλισμα δὲ τῶν φύλλων, ξηρῶν ἑψομένων σὺν
ὕδατι ὥσπερ τὸ λύκιον ἄχρι συστάσεως μελιτώδους, ἁρμόζει πρὸς ὅσα καὶ τὸ λύκιον.
{3} καὶ ὁ καρπὸς δὲ τὰ αὐτὰ ποιεῖ, ἁρμόζων ἐν προσοψήμασι κοιλιακοῖς <καὶ> δυσεντερικοῖς, ἀ-
φλέγμαντά τε τηρεῖ σὺν ὑδατι [3] καταπλασθεὶς θλάσματα, ἀποσύρματα, πελιώματα,
γλώττης τε τραχύτητας σμήχει σὺν μέλιτι καὶ λευκὸν ῥοῦν ἵστησιν, αἱμορροίδας τε θεραπεύει
fol. fol.
μετὰ δρυίνου ἄνθρακος λείου ἐπιτιθέμενος. καὶ τούτου δὲ τὸ ἀπόβρεγμα ἑψόμενον συνίστα-
ται, βέλτιόν πως τοῦ καρποῦ ποιοῦν. φέρει δὲ καὶ κόμμι, ὅπερ ἐντίθεται τοῖς βρώμασι τῶν
ὀδόντων πρὸς ἀπονίαν.