Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
falsa topana | pseudoboúnion ψευδοβούνιον |
Pimpinella cretica L. |
4.124 |
φϟϚ (596)
Texto provisional
ψευδοβούνιον· θάμνος ἐστὶ παλαιστιαῖος, φυόμενος ἐν Κρήτῃ, ἔχων φύλλα βουνίῳ ὅμοια. δύναται δὲ ἐξ αὐτοῦ πινόμενα κλωνία ὅσον τέσσαρα σὺν ὕδατι στρόφους καὶ στραγγουρίας καὶ πλευρᾶς ἀλγήματα θεραπεύειν· διαφορεῖ καὶ χοιράδας μετὰ ἁλῶν καὶ οἴνου καταπλασσόμενον χλιαρόν.