Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
hierba de los pordioseros | klēmatîtis κληματῖτις |
Clematis vitalba L. |
4.180 |
χνγ (653)
Texto provisional
κληματῖτις· [οἱ δὲ ἡπατῖτις, Αἰγύπτιοι φιλάκουον, Ῥωμαῖοι ἀμβούξου<μ>, οἱ δὲ <οὐ>ολούκρουμ λακτούκις.] κλῆμα ἀνίησιν ὑπέρυθρον, λυγῶδες, φύλλον δριμὺ λίαν γευομένῳ καὶ ἑλκωτικόν. περιελίττεται δὲ τοῖς δένδρεσιν ὡς μῖλαξ. ταύτης ὁ καρπὸς λεῖος μεθ᾽ ὕδατος ἢ ὑδρομέλιτος ποθεὶς ἄγει κάτω φλέγμα καὶ χολήν. τὰ δὲ φύλλα καταπλασθέντα λέπρας ἀφίστησι· καὶ ταριχεύεται δὲ μετὰ λεπιδίου εἰς βρῶσιν.