Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
pitýousa gr. | pitýousa πιτύουσα |
Euphorbia pityusa L. |
4.165 |
fol. fol.
χλη (638)
Texto provisional
<περὶ πιτυούσης·> πιτύουσα· οἱ δὲ κλῆμα, οἱ δὲ κραμβίον, οἱ δὲ παράλιον, οἱ δὲ Κανω-
πικὸν καλοῦσιν. εἴδει <οὐ> δοκεῖ διαφέρειν τοῦ κυπαρισσίου τιθυμάλλου, ὅθεν καὶ εἶδος αὐτοῦ καταριθμεῖται· ἀνίησι δὲ καυλὸν πήχεως μείζονα, πολυγόνατον, φυλλαρίοις ὀξέσι καὶ λεπτοῖς κατειλημμένον, ἐμφερέσι τοῖς τῆς πίτυος, ἄνθη μικρά, ὡσεὶ πορφυρᾶ· καρπὸν δὲ πλατὺν ὡς φακόν, ῥίζαν λευκήν, παχεῖαν, ὀποῦ μεστήν· εὑρίσκεται δὲ κατὰ τόπους σφόδρα εὐμεγέθης ὁ θάμνος. καθαίρει δὲ κάτω ἡ μὲν ῥίζα < β'
fol. fol.
σὺν μελικράτῳ, τοῦ δὲ καρποῦ δραχμὴ μία, τοῦ δὲ ὀποῦ ὅσον κοχλιάριον ἓν ἐν καταποτίῳ, ὡς εἴρηται, ἀλεύρῳ ἀναλημφθέν, τῶν δὲ φύλλων ὁλκαὶ τρεῖς.