Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
aceite perfumado de mosto | gleukínou skeuasía γλευκίνου σκευασία |
- | 1.57 |
νζ (57)
περὶ σκευασίας γλευκίνου· γλεύκινον δὲ σκευάζεται τὸ
ἁπλοῦν ἔκ τε ἐλαίου ὀμφακίνου καὶ σχ<ο>ίνου καὶ καλάμου καὶ νάρδου κελτικῆς καὶ
σπάθης καὶ ἀσπαλάθου καὶ μελιλώτου καὶ κόστου καὶ γλεύκους, συμπεριτιθεμένων
τῶν στεμφύλων τῷ ἔχοντι ἀγγείῳ τὰ ἀρώματα καὶ τὸν οἶνον καὶ τὸ ἔλαιον. κινεῖται δὲ ἐπὶ ἡμέρας
λ' δὶς τῆς ἡμέρας, καὶ μετὰ ταῦτα ἐκπιεσθὲν ἀποτίθεται. δύναμιν δὲ ἔχει θερμαντικήν, μα-
λακτικήν, ἀνετικήν, ποιοῦσαν πρὸς τὰ ῥίγια [2] καὶ τὰ νευρικὰ πάθη [1] καὶ τὰ ἐν ὑστέρᾳ.
παντὸς δὲ ἀκόπου μᾶλλον ὠφελεῖ μαλακτικὸν ὄν.