Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
calabaza | kolókyntha edōdimos κολόκυνθα ἐδώδιμος |
Lagenaria siceraria (Molina) Standl. |
2.134 |
fol. fol.
σξγ (263)
Texto provisional
περὶ κολόκυνθας· κολόκυνθα ἐδώδιμος ὠμὴ καταπλασθεῖσα λεία οἰδήματα
καὶ ἀποστήματα πραύνει. τὸ δὲ ξύσμα αὐτῆς παιδίοις σειριῶσιν ὠφελίμως κατὰ τοῦ βρέγματος καταπλάσσεται, καὶ πρὸς ὀφθαλμοῦ φλεγμονὰς καὶ ποδαγρικὰς ὁμοίως. ὁ δὲ χυλὸς τῶν ξυσμάτων ὠταλγίας καθ᾽ ἑαυτὸν καὶ μετὰ ῥοδίνου ἐγχυματιζόμενος ὠφελεῖ, καὶ πρὸς καυσουμένην ἐπιφάνειαν ἐγχριόμενος ὠφελεῖ. ὅλης δὲ αὐτῆς ἀποζεσθείσης καὶ ἐκθλιβείσης ὁ χυλὸς πινόμενος, μετὰ μέλιτος βραχέος καὶ νίτρου
fol. fol.
κοιλίαν λύει κούφως. καὶ εἴ τις κοιλάνας αὐτὴν ὠμὴν ἐγχέας τε οἶνον καὶ ἐξαιθριάσας κεράσας τε δοίη πιεῖν, μαλάσσει κοιλίαν κούφως.