περὶ βρώμου· βρῶμος [1] κάλαμός ἐστι πυροῖς ὅμοιος καὶ
τοῖς φύλλοις, γόνασιν ἐνδιειλημμένος, καρπὸν δὲ ἔχει ἐπ᾽ ἄκρῳ ὥσπερ ἀκρίδια δίκωλα,
ἐν οἷς τὸ σπέρμα χρήσιμον
[2] εἰς καταπλάσματα ὡς ἡ κριθή· καὶ πόλτος δὲ ἐξ αὐτοῦ γίνεται
σταλτικὸς κοιλίας. ὁ δὲ ἐξ αὐτοῦ χυλὸς ῥοφούμενος βήσσουσιν ἁρμόζει.