Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
ornaballo | Kirkaía κιρκαία |
Vincetoxicum nigrum Moench. |
3.119 |
υλε (435)
Texto provisional
κιρκαία· οἱ δὲ διρκαίαν καλοῦσι. τὰ μὲν φύλλα ἔχει στρύχνῳ κηπαίῳ ὅμοια, παραφυάδας δὲ πολλάς, ἄνθη μέλανα, μικρά, πολλά, καρπὸν κεγχροειδῆ ἔν τισιν οἱονεὶ κερατίοις, ῥίζας σπιθαμιαίας τρεῖς ἢ τέσσαρας λευκάς, εὐώδεις, θερμαντικάς· μάλιστα ἐν πετρώδεσι φύεται τόποις καὶ [εὐπνοίοις] εὐηλίοις. ταύτης ἡ ῥίζα, ὅσον μνᾶς τέταρτον θλασθεῖσα καὶ βραχεῖσα ἡμέραν καὶ νύκτα, ἐν οἴνου γλυκέος κοτύλαις ἓξ ποθεῖσα ἡμέρας τρεῖς ὑστέραν ἀποκαθαίρει· ὁ δὲ καρπὸς γάλα κατασπᾷ ἐν ῥοφήματι λαμβανόμενος.