Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
abrótano macho | abrótonon ἀβρότονον |
Santolina chamaecyparissus L. Artemisia abrotanum L. |
3.24 |
τλη (338)
Texto provisional
ἁβρότονον [οἱ δὲ ἀβούτονον, οἱ δὲ ἀψίνθιον, οἱ δὲ Ἡράκλειον, οἱ δὲ <γλυκὺν> ἀγκῶνα, οἱ δὲ ἀπόγαλον, οἱ δὲ μήρυκον, οἱ δὲ χολοποιόν, οἱ δὲ θηλυφθόριον, οἱ δὲ ἀψινθιόμηνον, οἱ δὲ προκάμπυλον, προφῆται νεῦρα φοίνικος, οἱ δὲ κυναγχῖτις, Ῥωμαῖοι ἀψίνθιουμ Πόντικουμ.
] οἱ δὲ Ἡράκλειον, οἱ δὲ γλυκὺν ἀγκῶνα καλοῦσιν. ἔστιν αὐτοῦ τὸ μὲν θῆλυ θάμνος δενδροειδής, ὑπόλευκος, φύλλοις λεπτοσχιδέσιν ὥσπερ σερίφου περὶ τὰ κλωνία πλήρης, ἄνθος δὲ ἐπ᾽ ἄκρον κορυμβοειδὲς ἔχων, χρυσοειδές, τῆς θερείας γινόμενον, εὐῶδες μετὰ ποσοῦ βάρους, πικρὸν τὴν γεῦσιν· δοκεῖ δὲ τὸ Σικελιωτικὸν εἶναι τοιοῦτο. τὸ δ᾽ ἕτερον, <ὃ> ἄρρεν καλεῖται, κληματῶδες, λεπτόκαρπον ὡς ἀψίνθιον. {2} πλεῖστον δὲ γίνεται ἐν Καππαδοκίᾳ καὶ Γαλατίᾳ τῇ κατὰ τὴν Ἀσίαν καὶ Ἱεραπόλει τῇ κατὰ τὴν Συρίαν. τούτων ὁ καρπὸς ἀπεζεσμένος μεθ᾽ ὕδατος καὶ ὠμοτριβὴς πινόμενος βοηθεῖ ὀρθοπνοίᾳ, ῥήγμασι, σπάσμασιν, ἰσχιάσι, δυσουρίαις, ἐμμήνων ἐπισχέσει· καὶ θανασίμων φαρμάκων ἐστὶν ἀντίδοτος ποθὲν σὺν οἴνῳ σύγχρισμά τε ῥιγούντων μετ᾽ ἐλαίου ἐστί. {3} διώκει δὲ καὶ ἑρπετὰ στιβαδευόμενον καὶ θυμιώμενον·καὶ πινόμενον δὲ σὺν οἴνῳ ὠφελεῖ τοὺς δηχθέντας, ἰδίως δὲ ἁρμόζει ἐπὶ φαλαγγίων καὶ σκορπίων. βοηθεῖ δὲ καὶ ὀφθαλμῶν φλεγμοναῖς σὺν ἑφθῷ <μήλῳ> κυδωνίῳ ἢ μετὰ ἄρτου καταπλασθέν, διαφορεῖ καὶ φύματα μετὰ ὠμῆς λύσεως λεῖον ἑψηθέν. μείγνυται δὲ καὶ εἰς τὴν τοῦ ἰρίνου ἐλαίου σκευασίαν.