Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
nardo céltico | nárdos, keltikē νάρδος, κελτικὴ |
Valeriana celtica L. |
1.8 |
η (8)
περὶ κελτικῆς νάρδου· ἡ δὲ κελτικὴ νάρδος
γεννᾶται μὲν ἐν ταῖς κατὰ λιγυρίαν ἄλπεσιν, ἐπιχωρίως ὠνομασμένη σαλιούγκα·
γεννᾶται δὲ καὶ ἐν τῇ ἰστρίᾳ. ἔστι δὲ θαμνίσκος μικρὸς σὺν ταῖς ῥίζαις εἰς δέσμας ἀναλαμ-
βανόμενος χειροπληθεῖς, ἔχει δὲ φύλλα ὑπομήκη [1], ὑπόξανθα, ἄνθος μήλινον. μό-
νων δὲ τῶν καυλῶν <ἐστι> καὶ τῶν ῥιζῶν ἡ χρῆσις καὶ ἡ εὐωδία, ὅθεν δὴ [2] πρὸ μιᾶς ἡμέρας καταρ-
ράναντας ὕδατι τὰς δέσμας καὶ χωρίζοντας τὸ γεῶδες τιθέναι ἐπ᾽ ἐδάφους νο-
τεροῦ προυποκειμένου χαρτίου, τῇ δὲ ὑστεραίᾳ καθαίρειν· οὐ γὰρ συναποκαθαί-
ρεται τῷ ἀχυρώδει καὶ ἀλλοτρίῳ τὸ εὔχρηστον διὰ τὴν ἐκ τῆς ἰκμάδος εὐτονίαν. {2} δολί-
ζεται δὲ συναποτιθεμένης [3] αὐτῇ πόας ἐμφεροῦς, ἣν διὰ τὸ περὶ τὴν ὀσμὴν βρωμῶδες
τράγον καλοῦσιν. εὐχερὴς δὲ ἡ ἐπίγνωσις· ἄκαυλός <τε> γάρ ἐστιν ἡ πόα καὶ λευκοτέρα
καὶ ἧττον ἐπιμήκη τὰ φύλλα ἔχει οὐδὲ τὴν ῥίζαν πικρὰν ἢ ἀρωματίζουσαν ὥσπερ
ἐπὶ τῆς ἀληθινῆς ἔχει. ἀποκρίνας οὖν τὰ καυλία καὶ τὰς ῥίζας, τὰ δὲ φύλλα ῥίψας,
εἰ βούλει [4] ἀποτίθεσθαι, ἀναλαμβάνων λεῖα οἴνῳ καὶ τροχίσκους ἀναπλάττων [5] φύ-
λαττε [6] ἐν ὀστρακίνῳ ἀγγείῳ καινῷ, πωμάζων ἐπιμελῶς. ἀρίστη δέ ἐστιν ἡ πρόσφα-
τος καὶ <ἡ> εὐώδης, πολύρριζος, οὐκ εὔθρυπτος, πλήρης. {3} δύναται δὲ ὅσα καὶ ἡ Συριακή,
διουρητικωτέρα [τε] καὶ εὐστομαχωτέρα <οὖσα>. ὠφελεῖ δὲ καὶ τὰς περὶ ἧπαρ φλεγμονὰς
καὶ ἰκτερικοὺς καὶ πνευματώσεις στομάχου μετὰ ἀφεψήματος ἀψινθίου πινομένη, ὁ-
μοίως καὶ σπλῆνα καὶ τὰ περὶ τὴν κύστιν καὶ νεφρούς, καὶ πρὸς ἰοβόλων δήγματα
σὺν οἴνῳ, καὶ εἰς τὰ μαλάγματα μείγνυται καὶ ποτίσματα καὶ χρίσματα θερμαντικά.