Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
aceite de almendra | amygdálinon élaion ἀμυγδάλινον ἔλαιον |
Prunus dulcis var. amara (DC.) Buchheim |
1.33 |
fol. fol.
λγ (33)
περὶ ἀμυγδαλίνου ἔλαίου
fol. fol.
ἀμυγδάλινον ἔλαιον, ὅ τινες μετώπιον καλοῦσι, σκευάζεται οὕτως· ἀμυγδάλων πικρῶν
χοίνικας δ' καθάρας καὶ ξηράνας κόψον ὑπέρῳ ξυλίνῳ ἐν ὅλμῳ κούφως, μέχρι[ς]
μᾶζα γένηται, ἐπιχέας τε ζεστοῦ ὕδατος κοτύλας β' ἔα<σον> συμπιεῖν ἡμιώριον, ἀφ᾽ ἧς
πάλιν βιαιότερον τρῖβε. εἶτα ἀποθλίβων πρὸς πλάκα ἐξίπου καὶ τὸ ἀπὸ τῶν δακτύλων
εἰς μύακα ἀναλάμβανε, εἶτα πάλιν εἰς τὸ ἀποτεθλιμμένον κοτύλ<ην> ὕδατος α' ἐπιχέας καὶ
συμπιεῖν ἐάσας τὸ αὐτὸ ποίει· ἀποδίδωσι δὲ κοτύλ<ην> μίαν τὸ τετραχοίνικον. {2} ποιεῖ δὲ πρὸς
τὰς ἐν μήτρᾳ ἀλγηδόνας καὶ πνίγας ὑστερικὰς διαστροφάς τε καὶ φλεγμονὰς τῶν αὐ-
τῶν τόπων, ἔτι δὲ κεφαλαλγίας καὶ ὤτων πόνους καὶ ἤχους καὶ συριγμούς·ὠφελεῖ δὲ καὶ
νεφριτικοὺς καὶ δυσουριῶντας καὶ λιθιῶντας, ἀσθματικοὺς καὶ σπληνικούς. αἴρει δὲ καὶ
σπίλους ἐκ προσώπου καὶ ἐφήλεις καὶ ῥυτίδας μέλιτι μιγνύμενον κρίνου τε [1] ῥίζῃ
καὶ κυπρίνῃ ἢ ῥοδίνῃ κηρωτῇ, καὶ ἀμβλυωπίας δέ ἐστιν ἀνασκευαστικόν. σὺν οἴνῳ δὲ
ἀχῶρας καὶ πίτυρα σμήχει.